previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[58] Καίσαρα δ᾽ οἱ μὲν ἐθαύμαζον τῆς εὐτολμίας, οἱ δ᾽ ἐπεμέμφοντο ὡς στρατιώτῃ πρέπον ἔργον εἰργασμένον, οὐ στρατηγῷ. δ᾽ οὐκέτι λήσεσθαι προσδοκῶν Ποστούμιον ἀνθ᾽ ἑαυτοῦ προσέταξε διαπλεῦσαί τε καὶ φράσαι Γαβινίῳ τὸν στρατὸν εὐθὺς ἄγειν διὰ θαλάσσης: ἂν δ᾽ ἀπειθῇ ταῦτα π:ροστάσσειν Ἀντωνίῳ καὶ τρίτῳ μετὰ τὸν Ἀντώνιον Καληνῷ. εἰ δ᾽ οἱ τρεῖς ἀποκνοῖεν, ἐπιστολὴ πρὸς τὸν στρατὸν αὐτὸν ἐγέγραπτο ἄλλη, τὸν βουλόμενον αὐτῶν ἐπὶ τὰς ναῦς ἕπεσθαι τῷ Ποστουμίῳ καὶ καταίρειν ἀναχθέντας ἐς χωρίον, ἐς τι ἄνεμος ἐκφέρῃ, μηδὲν τῶν νεῶν φειδομένους: οὐ γὰρ νεῶν χρῄζειν Καίσαρα, ἀλλὰ ἀνδρῶν.

οὕτω μὲν ἀντὶ λογισμῶν Καῖσαρ ἐπεποίθει τῇ τύχῃ. τάδε οὖν Πομπήιος προλαβεῖν ἐπειγόμενος ἐς μάχην διεσκευασμένος ἐπῄει. καὶ δύο αὐτοῦ στρατιωτῶν ἐν μέσῳ τὸν ποταμὸν ἐρευνωμένων, μάλιστα εἴη διαβατός, τῶν τις Καίσαρος εἷς ἐπιδραμὼν τοὺς δύο ἀνεῖλε. καὶ Πομπήιος ἀνεζεύξεν, οὐκ αἴσιον τὸ συμβὰν ἡγούμενος. αἰτίαν δ᾽ εἶχε παρὰ πᾶσι καιρὸν ἄριστον ἐκλιπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: