[102] χρήματα δ᾽ ἐν τοῖς θριάμβοις φασὶ παρενεχθῆναι μυριάδας ἓξ καὶ ἥμισυ ταλάντων καὶ στεφάνους δύο καὶ εἴκοσι καὶ δισχιλίους ἐπὶ τοῖς ὀκτακοσίοις ἀπὸ χρυσοῦ, ἕλκοντας ἐς δισμυρίας καὶ δεκατέσσαρας καὶ τετρακοσίας λίτρας. ἀφ᾽ ὧν εὐθὺς ἐπὶ τῷ θριάμβῳ διένειμε, τὰ ὑπεσχημένα πάνθ᾽ ὑπερβάλλων, στρατιώτῃ μὲν ἀνὰ πεντακισχιλίας δραχμὰς Ἀττικάς, λοχαγῷ δ᾽ αὐτοῦ τὸ διπλάσιον καὶ χιλιάρχῃ καὶ ἱππάρχῃ τὸ ἔτι διπλάσιον καὶ τοῖς δημόταις ἑκάστῳ μνᾶν Ἀττικήν. ἐπέδωκε δὲ καὶ θέας ποικίλας ἵππων τε καὶ μουσικῆς καὶ πεζομαχίας ἀνδρῶν χιλίων πρὸς ἑτέρους χιλίους καὶ ἱππομαχίαν διακοσίων πρὸς ἴσους καὶ ἀναμὶξ ἄλλων πεζῶν τε καὶ ἱππέων ἀγῶνα ἐλεφάντων τε μάχην εἴκοσι πρὸς εἴκοσι καὶ ναυμαχίαν ἐρετῶν τετρακισχιλίων, ἐπιβεβηκότων ἐς μάχην χιλίων ἑκατέρωθεν. ἀνέστησε καὶ τῇ Γενετείρᾳ τὸν νεών, ὥσπερ εὔξατο μέλλων ἐν Φαρσάλῳ μαχεῖσθαι: καὶ τέμενος τῷ νεῲ περιέθηκεν, ὃ Ῥωμαίοις ἔταξεν ἀγορὰν εἶναι, οὐ τῶν ὠνίων, ἀλλ᾽ ἐπὶ πράξεσι συνιόντων ἐς ἀλλήλους, καθὰ καὶ Πέρσαις ἦν τις ἀγορὰ ζητοῦσιν ἢ μανθάνουσι τὰ δίκαια. Κλεοπάτρας τε εἰκόνα καλὴν τῇ θεῷ παρεστήσατο, ἣ καὶ νῦν συνέστηκεν αὐτῇ. τὸ δὲ τοῦ δήμου πλῆθος ἀναγραψάμενος ἐς ἥμισυ λέγεται τῶν πρὸ τοῦδε τοῦ πολέμου γενομένων εὑρεῖν: ἐς τοσοῦτο καθεῖλεν ἡ τῶνδε φιλονικία τὴν πόλιν.