[16] ἀλλὰ Μάριος μὲν ἐξ ἐπιτάγματος ἀνῃρέθη κατὰ τὸ τῆς ἀρχῆς μέγεθος, ἀνδροφόνους δὲ ἐκφυγεῖν ὑπερεῖδες καὶ ἐς ἡγεμονίας ἐνίους διαδραμεῖν, ἃς ἀθεμίστως ἔχουσι τὸν δόντα ἀνελόντες. Συρίαν μὲν δὴ καὶ Μακεδονίαν εὖ ποιοῦντες οἱ ὕπατοι, σὺ καὶ Δολοβέλλας, καθισταμένων ἄρτι τῶν πραγμάτων περιεσπάσατε ἐς ἑαυτούς. καὶ τοῦδέ σοι χάριν ᾔδειν ἄν, εἰ μὴ αὐτίκα Κυρήνην καὶ Κρήτην αὐτοῖς ἐψηφίσασθε καὶ φυγάδας ἠξιώσατε ἡγεμονίαις αἰεὶ κατ᾽ ἐμοῦ δορυφορεῖσθαι: Δέκμον τε τὴν ἐγγὺς Κελτικὴν ὑπερορᾶτε ἔχοντα, καὶ τόνδε τοῖς ἄλλοις ὁμοίως αὐθέντην τοὐμοῦ πατρὸς γενόμενον. ἀλλὰ καὶ τάδε τὴν βουλὴν ἐρεῖ τις ἐγνωκέναι. σὺ δ᾽ ἐπεψήφιζες καὶ προυκάθησο τῆς βουλῆς, ᾧ μάλιστα πάντων ἥρμοζε διὰ σαυτὸν ἀντειπεῖν: τὸ γὰρ ἀμνηστίαν δοῦναι τὴν σωτηρίαν ἦν ἐκείνοις χαριζομένων μόνον, τὸ δὲ ἡγεμονίας αὖθις ψηφίζεσθαι καὶ γέρα ὑβριζόντων Καίσαρα καὶ τὴν σὴν γνώμην ἀκυρούντων.
ἐπὶ τάδε με δὴ τὸ πάθος ἐξήνεγκε παρὰ τὸ ἁρμόζον ἴσως ἐμοὶ τῆς τε ἡλικίας καὶ τῆς πρὸς σὲ αἰδοῦς. εἴρηται δ᾽ ὅμως ὡς ἐς ἀκριβέστερον φίλον Καίσαρι καὶ πλείστης ὑπ᾽ ἐκείνου τιμῆς καὶ δυνάμεως ἠξιωμένον καὶ τάχα ἂν αὐτῷ καὶ θετὸν γενόμενον, εἰ ᾔδει σε δεξόμενον Αἰνεάδην ἀντὶ Ἡρακλείδου γενέσθαι: τοῦτο γὰρ αὐτὸν ... ἐνδοιάσαι, πολὺν τῆς διαδοχῆς λόγον ποιούμενον.