previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[107] εἰσὶ δ᾽ οἳ καὶ βασιλέα προσειπεῖν ἐπενόουν, μέχρι μαθὼν αὐτὸς ἀπηγόρευσε καὶ ἠπείλησεν ὡς ἀθέμιστον ὄνομα μετὰ τὴν τῶν προγόνων ἀράν. σπεῖραι δ᾽ ὅσαι στρατηγίδες αὐτὸν ἐκ τῶν πολέμων ἔτι ἐσωματοφυλάκουν, ἀπέστησε τῆς φυλακῆς καὶ μετὰ τῆς δημοσίας ὑπηρεσίας ἐπεφαίνετο μόνης. ὧδε δ᾽ ἔχοντι καὶ χρηματίζοντι πρὸ τῶν ἐμβόλων, τὸ ψήφισμα τῶν προλελεγμένων τιμῶν βουλή, τῶν ὑπάτων ἡγουμένων, ἐν κόσμῳ τῷ πρέποντι ἑκάστῳ προσέφερον. δὲ αὐτοὺς ἐδεξιοῦτο μέν, οὐχ ὑπανέστη δὲ προσιοῦσιν οὐδ᾽ ἐπιμένουσιν, ἀλλὰ τοῖς διαβάλλουσιν αὐτὸν ἐς τὴν ἐπιθυμίαν τῆς βασιλικῆς προσηγορίας καὶ τόδε παρέσχε. τὰς δὲ ἄλλας τιμὰς χωρὶς τῆς δεκαετοῦς ὑπατείας προσέμενος ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν αὑτόν τε καὶ Ἀντώνιον, τὸν ἵππαρχον ἑαυτοῦ, Λεπίδῳ προστάξας ἱππαρχεῖν ἀντὶ τοῦ Ἀντωνίου, ἄρχοντι μὲν Ἰβηρίας, ἡγεμονεύοντι δ᾽ αὐτῆς διὰ φίλων. κατεκάλει δὲ καὶ τοὺς φεύγοντας Καῖσαρ, πλὴν εἴ τις ἐπὶ ἀνηκέστοις ἔφσυγε: καὶ τοῖς ἐχθροῖς διηλλάσσετο καὶ τῶν πεπολεμηκότων οἱ πολλοὺς προῆγεν ἀθρόως ἐς ἐτησίους ἀρχὰς ἐς ἐθνῶν στρατοπέδων ἡγεμονίας. δὴ καὶ μάλιστα ὑπαχθεὶς δῆμος ἤλπιζε καὶ τὴν δημοκρατίαν αὐτὸν αὑτοῖς ἀποδώσειν, καθάπερ Σύλλας ἐς ἴσον αὐτῷ δυναστεύσας ἐποίησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: