previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[26] πόλιν δὲ Νεόκωμον Καῖσαρ ἐς Λατίου δίκαιον ἐπὶ τῶν Ἄλπεων ᾠκίκει, ὧν ὅσοι κατ᾽ ἔτος ἦρχον, ἐγίγνοντο Ῥωμαίων πολῖται: τόδε γὰρ ἰσχύει τὸ Λάτιον. τῶν οὖν Νεοκώμων τινά, ἄρχοντά τε αὐτοῖς γενόμενον καὶ παρὰ τοῦτο Ῥωμαῖον εἶναι νομιζόμενον, Μάρκελλος ἐφ᾽ ὕβρει τοῦ Καίσαρος ἔξηνε ῥάβδοις ἐφ᾽ ὁτῳδή, οὐ πασχόντων τοῦτο Ῥωμαίων: καὶ τὸν νοῦν ὑπὸ ὀργῆς ἀνεκάλυπτε, τὰς πληγὰς εἶναι ξενίας σύμβολον. καὶ φέρειν αὐτὰς ἐκέλευε καὶ δεικνύναι τῷ Καίσαρι. οὕτω μὲν ὑβριστικῶς Μάρκελλος, εἰσηγεῖτο δὲ ἤδη καὶ διαδόχους αὐτῷ πέμπειν ἐπὶ τὰ ἔθνη, προαφαιρῶν τοῦ χρόνου: ἀλλὰ διεκώλυσεν Πομπήιος εὐπρεπείᾳ τε λόγου καὶ εὐνοίας ὑποκρίσει, μὴ δεῖν ἄνδρα λαμπρὸν καὶ ἐς πολλὰ χρήσιμον τῇ πατρίδι γενόμενον ὑβρίζειν βραχεῖ διαστήματι χρόνου, καὶ δῆλον ἐποίησεν, ὅτι χρὴ μετὰ τὸν χρόνον παραλύειν τῆς ἀρχῆς αὐτίκα τὸν Καίσαρα.

καὶ ἐπὶ τῷδε οἱ μάλιστα ἐχθροὶ τοῦ Καίσαρος ἐς τοὐπιὸν ᾑρέθησαν ὕπατοι, Αἰμίλιός τε Παῦλος καὶ Κλαύδιος Μάρκελλος, ἀνεψιὸς τοῦ προτέρου Μαρκέλλου, δήμαρχός τε Κουρίων, ἐχθρὸς ὢν καὶ ὅδε τῷ Καίσαρι καρτερὸς καὶ ἐς τὸν δῆμον εὐχαριτώτατος καὶ εἰπεῖν ἱκανώτατος. τούτων Καῖσαρ Κλαύδιον μὲν οὐκ ἴσχυσεν ὑπαγαγέσθαι χρήμασι, Παῦλον δὲ χιλίων καὶ πεντακοσίων ταλάντων ἐπρίατο μηδὲν αὑτῷ μήτε συμπράττειν μήτε ἐνοχλεῖν, Κουρίωνα δὲ καὶ συμπράττειν ἔτι πλειόνων, εἰδὼς ἐνοχλούμενον ὑπὸ χρεῶν πολλῶν.

Παῦλος μὲν δὴ τὴν Παύλου λεγομένην βασιλικὴν ἀπὸ τῶνδε τῶν χρημάτων ἀνέθηκε Ῥωμαίοις, οἰκοδόμημα περικαλλές:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: