previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31] λόγου δ᾽ ἄφνω ψευδοῦς ἐμπεσόντος, ὅτι τὰς Ἄλπεις Καῖσαρ ὑπερελθὼν ἐπὶ τὴν πόλιν ἐλαύνοι, θόρυβός τε πολὺς ἦν καὶ φόβος ἁπάντων, καὶ Κλαύδιος εἰσηγεῖτο τὴν ἐν Καπύῃ στρατιὰν ἀπαντᾶν ὡς πολεμίῳ Καίσαρι. ἐνισταμένου δὲ ὡς ἐπὶ ψευδέσι τοῦ Κουρίωνος εἶπεν: ‘εἰ κωλύομαι ψήφῳ κοινῇ τὰ συμφέροντα διοικεῖν κατ᾽ ἐμαυτὸν ὡς ὕπατος διοικήσω.’ καὶ τάδε εἰπὼν ἐξέδραμε τῆς βουλῆς ἐς τὰ προάστεια μετὰ τοῦ συνάρχου ξίφος τε ὀρέγων τῷ Πομπηίῳκελεύω σοι,’ ἔφη, ‘κἀγὼ καὶ ὅδε χωρεῖν ἐπὶ Καίσαρα ὑπὲρ τῆς πατρίδος: καὶ στρατιὰν ἐς τοῦτό σοι δίδομεν, τε νῦν ἀμφὶ Καπύην τὴν ἄλλην Ἰταλίαν ἐστὶ καὶ ὅσην αὐτὸς ἐθέλοις ἄλλην καταλέγειν.’ δ᾽ ὑπήκουε μὲν ὡς κελευόμενος πρὸς ὑπάτων, ἐπετίθει δ᾽ ὅμως: ‘εἰ μή τι κρεῖσσον,’ ἀπατῶν τεχνάζων καὶ τότε ἐς εὐπρέπειαν. Κουρίωνι δ᾽ οὐκ ἦν μὲν ὑπὲρ τὴν πόλιν ἐξουσία τις ῾οὐδὲ γὰρ προϊέναι τῶν τειχῶν τοῖς δημάρχοις ἐφίεταἰ, ὠλοφύρετο δ᾽ ἐν τῷ δήμῳ τὰ γιγνόμενα καὶ τοὺς ὑπάτους ἠξίου κηρύσσειν μηδένα πω καταλέγοντι πείθεσθαι Πομπηίῳ. οὐδὲν δὲ ἀνύων, ἐπεί οἱ καὶ τῆς δημαρχίας χρόνος ἔληγε, δείσας ὑπὲρ ἑαυτοῦ καὶ ἀπογνοὺς ἔτι δύνασθαι βοηθεῖν τῷ Καίσαρι, κατὰ σπουδὴν ἐχώρει πρὸς αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: