previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[74] τάδε μὲν ἔπραξαν, καὶ διακριθέντες ἀλλήλων μὲν ἐς Σικελίαν ἔπλει, Καῖσαρ δὲ καὶ Ἀντώνιος ὥδευον ἐς Ῥώμην. πυθόμεναι δὲ τε πόλις καὶ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες ὡς ἐπὶ εἰρήνῃ, πολέμου τε ἀπαλλαγέντες ἐπιχωρίου καὶ ξεναγήσεως υἱῶν καὶ φρουρῶν ὕβρεως καὶ θεραπόντων αὐτομολίας καὶ λεηλασίας πεδίων καὶ γεωργίας ἀργίας, ὑπὲρ ἅπαντα δὲ τοῦ λιμοῦ, πιέσαντος αὐτοὺς ἐς ἔσχατον, ὥστε παροδεύουσιν αὐτοῖς οἷα σωτῆρσιν ἐγίγνοντο θυσίαι: καὶ τὸ ἄστυ ἔμελλεν ὑποδέξεσθαι περιφανῶς, εἰ μὴ νυκτός, ἐκκλίνοντες τὸ φορτικόν, ἔλαθον ἐς τὴν Ῥώμην ἐσελθόντες. μόνοι δὲ ἤχθοντο, ὅσοι τὰ τῶν ἐλευσομένων σὺν Πομπηίῳ χωρία κεκληρουχήκεσαν, ἡγούμεναι σφίσι τοὺς γεωμόρους ἀδιαλλάκτους ἐχθροὺς παροικήσειν καί, εἴ ποτε δυνηθεῖεν, ἐπιθήσεσθαι. οἱ δ᾽ ἀμφὶ τὸν Πομπήιον φυγάδες αὐτίκα, χωρὶς ὀλίγων, οἱ πλείους ἐν τῇ Δικαιαρχείᾳ τὸν Πομπήιον ἀσπασάμενοι κατέπλεον ἐς τὴν Ῥώμην. καὶ ἑτέρα τοῦ πλήθους ἦν ἡδονὴ καὶ βοαὶ ποικίλαι, τοσῶνδε οὕτως ἐπιφανῶν ἐξ ἀέλπτου περισεσωσμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: