[59] Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπ᾽ ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων: καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι.