previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] οἱ δὲ τρεῖς ἄνδρες ἐφ᾽ ἑαυτῶν γενόμενοι τοὺς ἀποθανουμένους συνέγραφον, τούς τε δυνατοὺς ὑφορώμενοι καὶ τοὺς ἰδίους ἐχθροὺς καταλέγοντες, οἰκείους τε σφῶν αὐτῶν φίλους ἐς τὴν ἀναίρεσιν ἀντιδιδόντες ἀλλήλοις καὶ τότε καὶ ὕστερον. προσκατελέγοντο γὰρ δὴ καὶ ἕτεροι μεθ᾽ ἑτέρους, οἱ μὲν ἀπ᾽ ἔχθρας, οἱ δὲ μόνου προσκρούματος φιλίας ἐχθρῶν φίλων ἔχθρας πλούτου διαφέροντος. ἐδέοντο γὰρ ἐς τὸν πόλεμον χρημάτων πολλῶν, Βρούτῳ μὲν καὶ Κασσίῳ τῶν ἀπὸ τῆς Ἀσίας φόρων δεδομένων τε καὶ προσοδευομένων ἔτι καὶ βασιλέων καὶ σατραπῶν συμφερόντων, αὐτοὶ δ᾽ ἐπὶ τῆς Εὐρώπης καὶ μάλιστα τῆς Ἰταλίας πολέμοις τε καὶ εἰσφοραῖς τετρυμένης ἀποροῦντες: δι᾽ καὶ τοῖς δημόταις καὶ ταῖς γυναιξὶ λήγοντες ἐπέγραψαν εἰσφορὰς βαρυτάτας, καὶ τέλη πράσεων καὶ μισθώσεων ἐπενόησαν. ἤδη δέ τις καὶ διὰ κάλλος ἐπαύλεως καὶ οἰκίας προεγράφη. καὶ ἐγένοντο πάντες οἱ θανάτου τε καὶ δημεύσεως κατεγνωσμένοι ἀπὸ μὲν τῆς βουλῆς ἀμφὶ τοὺς τριακοσίους, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων ἐς δισχιλίους. καὶ ἦσαν ἐν αὐτοῖς ἀδελφοί τε καὶ θεῖοι τῶν προγραφόντων, καὶ τῶν ὑπ᾽ αὐτοῖς ἡγεμόνων, ὅσοι τι τοῖς ἄρχουσιν τοῖς ἡγεμόσι προσεκεκρούκεσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PROSCRI´PTIO
    • A Dictionary of Greek and Roman Antiquities (1890), VECTIGA´LIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: