previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[81] ὡς δὲ αὐτῷ τὰ ἐν χερσὶν ἕτοιμα γεγένητο, ἐπέπλει τῇ Σικελίᾳ, αὐτὸς μὲν ἐκ Τάραντος, Καλουίσιος δὲ Σαβῖνος καὶ Μηνόδωρος ἀπὸ Τυρρηνίας: περιῄει δὲ καὶ τὸ πεζὸν ἐς Ῥήγιον, καὶ μετὰ σπουδῆς ἐταχύνετο ἅπαντα. δὲ Πομπήιος τῆς μὲν αὐτομολίας τοῦ Μηνοδώρου ἐπιπλέοντος ἤδη Καίσαρος ᾔσθετο, πρὸς δὲ τὸν ἑκατέρωθεν ἐπίπλουν αὐτὸς μὲν ὑπέμεινεν ἐν Μεσσήνῃ τὸν Καίσαρα, Καλουισίῳ δὲ καὶ Μηνοδώρῳ τὸν ἔχθιστον τῷ Μηνοδώρῳ μάλιστα τῶν ἐξελευθέρων ἑαυτοῦ Μενεκράτη προσετασσεν ἀπαντᾶν ἐπὶ στολου πολλοῦ. ὅδε οὖν Μενεκράτης ἐπιφαίνεται τοῖς πολεμίοις περὶ δείλην ἑσπέραν πελάγιος. καὶ οἱ μὲν ἐς τὸν κόλπον τὸν ὑπὲρ Κύμης συνέφυγον καὶ τὴν νύκτα ἀνεπαύοντο, καὶ Μενεκράτης ἐς Αἰναρίαν παρῆλθεν: ἠοῦς δὲ ἀρχομένης οἱ μὲν τὸν κόλπον ἐν χρῷ παρὰ τὴν γῆν αὐτὴν μηνοειδεῖ στόλῳ παρέπλεον, ἵνα μὴ αὐτοὺς διεκπλέοιεν οἱ πολέμιοι, δὲ Μενεκράτης αὐτοῖς αὖθις ἐπιφαίνεταί τε καὶ εὐθὺς ἐπλησίαζεν ὑπὸ ῥύμης καὶ τάχους: δρᾶν δὲ οὐκ ἀναγομένους ἐς τὸ πέλαγος οὐδὲν μέγα ἔχων, ἐς τὴν γῆν ἐγχρίμπτων ἐξεώθει. οἱ δὲ ἐξώκελλόν τε ὁμοῦ καὶ τὰς ἐμβολὰς ἀπεμάχοντο. ἦν δὲ τοῖς μὲν ἐς τὸ πέλαγος ἀναχώρησίς τε καὶ ἐφόρμησις, ὅτε βούλοιντο, καὶ σκαφῶν ἑτέρων ἀλλαγὴ παρὰ μέρος: οἱ δὲ ἔκαμνον ἔκ τε τῶν πετρῶν, ἐφ᾽ ἃς ἐπώκελλον, καὶ ὑπὸ τῆς ἀκινησίας τῶν νεῶν: πεζομαχεῖν γὰρ πρὸς ναυμαχοῦντας ἐῴκεσαν, οὔτε διώκειν οὔτε ἐκκλίνειν ἔχοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: