previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[78] ὅσοι δὲ τῶν ἐπιφανῶν ἦσαν ἔτι παρὰ τῷ Πομπηίῳ, ὁρῶντες αὐτὸν αἰεὶ πειθόμενον τοῖς ἀπελευθέροις, διέφθειραν ἐνίους τῶν ἀπελευθέρων, εἴτε ἀπὸ σφῶν αὐτῶν εἴτε ἐς χάριν Καίσαρος, ἐξοτρύνειν ἐπὶ Μηνοδώρῳ, Κύρνου καὶ Σαρδοῦς ἔτι ἄρχοντι, τὸν δεσπότην. οἱ δὲ καὶ αὐτοὶ φθόνῳ τῆς Μηνοδώρου δυνάμεως ἑκόντες ἐποίουν. καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δ᾽ αὐτῶν ἡμερῶν Φιλάδελφος, Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου: ὑπισχνεῖτο δὲ ἐγχειριεῖν Σαρδὼ καὶ Κύρνον καὶ τρία τέλη στρατοῦ καὶ ψιλῶν πλῆθος ἕτερον. καὶ τόδε ὂν ἔργον εἴτε Φιλαδέλφου εἴτε τῶν ἐς Μηνόδωρον παρὰ Πομπηίου διαβολῶν, Καῖσαρ οὐκ εὐθὺς μέν, ἐδέξατο δ᾽ ὅμως, ἡγούμενος ἔργῳ τὴν εἰρήνην λελύσθαι. καὶ Ἀντώνιον ἐξ Ἀθηνῶν ἐς τὸ Βρεντέσιον ἐς ἡμέραν ῥητὴν παρεκάλει, συμβουλευσόμενος αὐτῷ περὶ τοῦδε τοῦ πολέμου: ναῦς τε μακρὰς ἐκ Ῥαβέννης καὶ στρατὸν ἐκ τῆς Κελτικῆς καὶ παρασκευὴν ἄλλην ἐς τὸ Βρεντέσιον καὶ ἐς Δικαιάρχειαν ὀξέως περιέπεμπεν, ὡς ἑκατέρωθεν ἐπιπλευσούμενος τῇ Σικελίᾳ, ἢν Ἀντωνίῳ συνδοκῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: