previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[42] Γάιος δὲ Πάπιος Νῶλάν τε εἷλεν ἐκ προδοσίας καὶ τοῖς ἐν αὐτῇ Ῥωμαίοις, δισχιλίοις οὖσιν, ἐκήρυξεν, εἰ μεταθοῖντο, στρατεύσειν ἑαυτῷ. καὶ τούσδε μὲν Πάπιος μεταθεμένους ἐστράτευεν: οἱ δ᾽ ἡγεμόνες αὐτῶν οὐχ ὑπακούσαντες τῷ κηρύγματι ἐλήφθησαν αἰχμάλωτοι καὶ λιμῷ πρὸς τοῦ Παπίου διεφθάρησαν. Πάπιος δὲ καὶ Σταβίας εἷλε καὶ Μινέρουιον καὶ Σάλερνον, Ῥωμαίων ἄποικος ἦν: καὶ τοὺς ἐξ αὐτῶν αἰχμαλώτους τε καὶ δούλους ἐστράτευεν. ὡς δὲ καὶ Νουκερίας τὰ ἐν κύκλῳ πάντα κατέπρησεν, αἱ πλησίον αὐτῷ πόλεις καταπλαγεῖσαι προσετίθεντο στρατιάν τε αἰτοῦντι παρέσχον ἐς μυρίους πεζοὺς καὶ ἱππέας χιλίους: μεθ᾽ ὧν Πάπιος Ἀχέρραις παρεκάθητο. Σέξστου δὲ Καίσαρος Γαλατῶν πεζοὺς μυρίους καὶ Νομάδας Μαυρουσίους ἱππέας καὶ πεζοὺς προσλαβόντος τε καὶ χωροῦντος ἐπὶ τὰς Ἀχέρρας, Πάπιος Ὀξύνταν, υἱὸν Ἰογόρθου τοῦ Νομάδων ποτὲ βασιλέως, ὑπὸ Ῥωμαίων ἐν Οὐενουσίᾳ φυλαττόμενον, ἤγαγεν ἐκ τῆς Οὐενουσίας καὶ περιθεὶς αὐτῷ πορφύραν βασιλικὴν ἐπεδείκνυ θαμινὰ τοῖς Νομάσι τοῖς σὺν Καίσαρι. πολλῶν δ᾽ ὡς πρὸς ἴδιον βασιλέα αὐτομολούντων ἀθρόως, τοὺς μὲν λοιποὺς τῶν Νομάδων ὡς ὑπόπτους Καῖσαρ ἐς Λιβύην ἀπέπεμψε, Πασίου δὲ πελάσαντος αὐτῷ σὺν καταφρονήσει καὶ μέρος ἤδη τοῦ χάρακος διασπῶντος, τοὺς ἱππέας ἐκπέμψας κατ᾽ ἄλλας πύλας ἔκτεινε τοῦ Παπίου περὶ ἑξακισχιλίους. καὶ ἐπὶ τῷδε Καῖσαρ μὲν ἐξ Ἀχερρῶν ἀνεζεύγνυεν, Οὐιδακιλίῳ δ᾽ ἐν Ἰαπυγίᾳ προσετίθεντο Κανύσιοι καὶ Οὐενούσιοι καὶ ἕτεραι πόλεις πολλαί. τινὰς δὲ καὶ ἀπειθούσας ἐξεπολιόρκει, καὶ τῶν ἐν αὐταῖς Ῥωμαίων τοὺς μὲν ἐπιφανεῖς ἔκτεινε, τοὺς δὲ δημότας καὶ δούλους ἐστράτευε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (10 total)
  • Cross-references to this page (10):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: