[112] μέλλοντες δὲ ὁμοῦ τότε τῆς πόλεως στρατηγήσειν ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐς ἀλλήλους διήριζον περὶ τῆς καλουμένης πολιτικῆς στρατηγίας, ἣ τῶν ἄλλων προτιμᾶται, εἴτε τῷ ὄντι φιλοτιμούμενοι περὶ αὐτήν, εἴθ᾽ ὑπόκρισις ἦν τοῦ μὴ πάντα συμπράσσειν ἀλλήλοις νομίζεσθαι. καὶ ὁ Καῖσαρ αὐτοῖς διαιτῶν λέγεται πρὸς τοὺς φίλους εἰπεῖν, ὡς τὰ μὲν δίκαια Κάσσιος ἀποφαίνοι, Βρούτῳ δ᾽ αὐτὸς χαρίζοιτο: τοσῇδε ἐν ἅπασιν εὐνοίᾳ καὶ τιμῇ πρὸς τὸν ἄνδρα ἐχρῆτο. καὶ γὰρ αὐτῷ καὶ παῖς ἐνομίζετο εἶναι, Σερουιλίας τῆς Κάτωνος ἀδελφῆς ἐρασθείσης τοῦ Καίσαρος, ὅτε ὁ Βροῦτος ἐγίγνετο. διὸ καὶ νικῶν ἐν Φαρσάλῳ μετὰ σπουδῆς λέγεται τοῖς ἡγεμόσιν εἰπεῖν Βροῦτον, ὅπῃ δύναιντο, περισῴζειν. ἀλλ᾽ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος, εἴτε τὰ τῆς μητρὸς ἁμαρτήματα ἀγνοῶν ἢ ἀπιστῶν ἢ αἰδούμενος, εἴτε φιλελεύθερος ὢν ἄγαν καὶ τὴν πατρίδα προτιμῶν, εἴθ᾽ ὅτι ἔκγονος ὢν Βρούτον τοῦ πάλαι τοὺς βασιλέας ἐξελάσαντος ἐρεθιζόμενος καὶ ὀνειδιζόμενος μάλιστα ἐς τοῦτο ὑπὸ τοῦ δήμου ῾πολλὰ γὰρ τοῖς ἀνδριᾶσι τοῦ πάλαι Βρούτου καὶ τῷ δικαστηρίῳ τοῦδε τοῦ Βρούτου τοιάδε ἐπεγράφετο λάθρᾳ: ‘Βροῦτε δωροδοκεῖς; Βροῦτε νεκρὸς εἶ;’ ἤ ‘ὤφελές γε νῦν περιεῖναι’ ἤ ‘ἀνάξιά σου τὰ ἔκγονα’ ἤ "οὐδ᾽ ἔκγονος εἶ σὺ τοῦδε"᾿, ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλὰ τὸν νεανίαν ἐξέκαυσεν ἐπὶ τὸ ἔργον ὡς ἑαυτοῦ προγονικόν.