previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[137] οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδ᾽ ἀπειροπολέμων ἔτι, ἀλλ᾽ ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα βάρβαρα ἔθνη τρεπομένων. ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρ᾽ αὐτὸ ἦσαν ἀλλήλοις. οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: