μετὰ δὲ τὸν Κασσίου καὶ Βρούτου θάνατον ὁ μὲν Καῖσαρ ἐπὶ τῆς Ἰταλίας ᾔει, ὁ δὲ Ἀντώνιος ἐς τὴν Ἀσίαν, ἔνθα αὐτῷ συμβάλλει Κλεοπάτρα βασιλὶς Αἰγύπτου, καὶ εὐθὺς ὀφθεῖσα ἐκράτει. ὁ δὲ ἔρως ὅδε αὐτοῖς τε ἐκείνοις ἐς ἔσχατον ἔληξε κακοῦ καὶ ἐς ὅλην Αἴγυπτον ἐπ᾽ ἐκείνοις. ὅθεν ἄν τι καὶ Αἰγύπτιον εἴη τῆσδε τῆς βίβλου μέρος, ὀλίγον τε καὶ οὐκ ἄξιον ἐπιγραφῆς πω, διὸ δὴ καὶ τοῖς ἐμφυλίοις πολὺ πλείοσιν οὖσιν ἐπίμικτον. ἐγίγνετο γὰρ δὴ καὶ μετὰ Κάσσιόν τε καὶ Βροῦτον ἕτερα ἐμφύλια ὅμοια, στρατηγοῦ μὲν οὐδενὸς ὄντος ἐπὶ πᾶσιν ὥσπερ ἐκείνοις, κατὰ μέρος δὲ ἑτέρων, μέχρι Πομπήιός τε Σέξστος, ὁ νεώτερος παῖς Πομπηίου Μάγνου, λοιπὸς ὢν ἔτι τῆσδε τῆς στάσεως, τοῖς ἀμφὶ τὸν Βροῦτον ἐπανῃρέθη, καὶ Λέπιδος ἐξέπεσε τοῦ μέρους τῆς ἡγεμονίας καὶ ἡ Ῥωμαίων ἀρχὴ πᾶσα περιῆλθεν ἐς δύο μόνον, Ἀντώνιόν τε καὶ Καίσαρα. ἐγίνετο δὲ αὐτῶν ἕκαστα οὕτως.