[49] καὶ ὁ μὲν ὥδευεν οὐδὲν ἐλλείπων δυνατῆς ἐπείξεως, ὁ δὲ Πομπήιος πάντα τὸν χρόνον τόνδε ναῦς ἐποιεῖτο καὶ στρατὸν αἰεὶ πλείονα καὶ χρήματα συνῆγε καὶ τὰς ἐν τῷ Ἰονίῳ Καίσαρος τεσσαράκοντα ναῦς ἑλὼν ἐφύλασσεν αὐτοῦ τὸν διάπλουν τόν τε στρατὸν ἐγύμναζε, συντρέχων καὶ συνιππεύων καὶ παντὸς ἐξάρχων πόνου παρ᾽ ἡλικίαν: ὅθεν αὐτῷ ῥᾳδίως εὔνοιά τε ἦν, καὶ συνέθεον ἐπὶ τὰ γυμνάσια Πομπηίου πάντες ὡς ἐπὶ θέαν. ἦν δ᾽ ἐς τότε Καίσαρι μὲν δέκα τέλη πεζῶν καὶ Κελτῶν ἱππέες μύριοι, Πομπηίῳ δὲ πέντε μὲν ἐξ Ἰταλίας, μεθ᾽ ὧν τὸν Ἰόνιον διεπεπλεύκει, καὶ τούτοις ὅσοι συνετάσσοντο ἱππέες, ἐκ δὲ Παρθυαίων δύο, τῶν σὺν Κράσσῳ πεπολεμηκότων τὰ ὑπόλοιπα, ... καί τι μέρος ἄλλο τῶν ἐς Αἴγυπτον ἐσβαλόντων μετὰ Γαβινίου, σύμπαντα ἀνδρῶν Ἰταλῶν ἕνδεκα τέλη καὶ ἱππέες ἀμφὶ τοὺς ἑπτακισχιλίους. σύμμαχοι δ᾽ ἐξ Ἰωνίας τε καὶ Μακεδονίας καὶ Πελοποννήσου καὶ Βοιωτίας τοξόται τε Κρῆτες καὶ σφενδονῆται Θρᾷκες καὶ ὅσοι περὶ τὸν Πόντον βέλεσι χρῶνται, ἱππέες τέ τινες Κελτῶν καὶ ἐκ Γαλατίας ἕτεροι τῆς ἑῴας Κομμαγηνοί τε ὑπ᾽ Ἀντιόχου πεμφθέντες καὶ Κίλικες καὶ Καππαδόκαι καὶ ἐκ τῆς βραχυτέρας Ἀρμενίας τινὲς καὶ Παμφύλιοι καὶ Πισίδαι. ὧν οὐχ ἅπασιν ἐς μάχας, ἀλλ᾽ ἐς φρούρια καὶ ταφρείας καὶ τὴν ἄλλην τοῦ Ἰταλικοῦ στρατοῦ χρῆσθαι διενοεῖτο, ἵνα μηδένα τῶν Ἰταλῶν τοῦ πολέμου περισπῴη. καὶ τάδε μὲν ἦν αὐτῷ τὰ πεζά, νῆες δὲ μακραὶ μὲν ἐντελεῖς τοῖς πληρώμασιν ἑξακόσιαι, καὶ τούτων ἐς ἑκατὸν Ῥωμαίων ἐπιβατῶν, αἳ καὶ μάλιστα προύχειν ἐδόκουν, πολὺ δὲ ὁλκάδων καὶ σκευοφόρων ἄλλο πλῆθος. ναύαρχοί τε πολλοὶ κατὰ μέρη, καὶ ἐπ᾽ αὐτοῖς Μᾶρκος Βύβλος.