previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19] ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδ᾽ ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν, πρός τε ἄνδρας ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπ᾽ ἐμὲ συνομωμοσμένους πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. ἀλλὰ καὶ ταῦτα κινδυνεύειν καὶ παθεῖν ὁτιοῦν ᾑρούμην ἑκὼν μᾶλλον ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφ᾽ ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. τοῖς δ᾽ αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα, περιουσίαν. ὧν σε δικαιότερον ἦν ἐμοὶ χάριν εἰδέναι μᾶλλον τὰ ἐκλειφθέντα εἰς τὴν τῆς βουλῆς παρηγορίαν ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, κατ᾽ ἄλλας χρείας λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα.

καὶ τάδε μὲν ἀρκέσει σοι περὶ τῶνδε εἰρῆσθαι: ἐνσημαίνῃ δὲ καὶ τῆς ἡγεμονίας με ἐπιθυμεῖν, οὐκ ἐπιθυμοῦντα μέν, οὐκ ἀπάξιον δὲ ἡγούμενον εἶναι, καὶ ἄχθεσθαι μὴ τυχόντα τῶν διαθηκῶν τῶν Καίσαρος, ὁμολογῶν μοι καὶ τὸ τῶν Ἡρακλειδῶν γένος ἀρκεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: