previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[72] καὶ Ἀντώνιος δευτέρᾳ τῇδε συμπεσὼν πληγῇ συνεβουλεύετο τοῖς φίλοις εὐθὺς ἀπὸ τοῦ πόνου. καὶ τοῖς μὲν ἐδόκει τῆς προτέρας αὐτὸν γνώμης ἔχεσθαι, πολιορκοῦντα Μουτίνην καὶ ἐς μάχην οὐκ ἐπεξιόντα: τό τε γὰρ πάθος ὅμοιον ἀμφοῖν γεγονέναι καὶ Ἵρτιον ἀνῃρῆσθαι καὶ Πάνσαν νοσεῖν καὶ σφᾶς τοῖς ἱππεῦσι πλεονεκτεῖν Μουτίνην τε ἐς ἔσχατον ἀφῖχθαι λιμοῦ καὶ εὐθὺς ἐνδώσειν. ὧδε μὲν ἤρεσκε τοῖς φίλοις, καὶ ἦν τὰ ἄριστα: δὲ Ἀντώνιος, ἤδη θεοῦ βλάπτοντος, ἐδεδοίκει, μὴ ἐς τὴν Μουτίνην Καῖσαρ, ὥσπερ ἐχθὲς ἐπιχειρήσας, ἐσδράμοι αὑτὸν ἐπιχειρήσειε περιτειχίζειν, πλέον ἔχων τὸ ἐργάσιμον, ‘ἐν καὶ τῶν ἱππέων,’ ἔφη, ‘γιγνομένων ἡμῖν ἀχρήστων, ὑπερόψεταί με Λέπιδος καὶ Πλάγκος ἡττώμενον. εἰ δὲ Μουτίνης ἐξανασταῖμεν, Οὐεντίδιός τε ἡμῖν αὐτίκα προσέσται, τρία τέλη φέρων ἐκ τῆς Πικηνίτιδος, καὶ Λέπιδος καὶ Πλάγκος ἐρρωμένως οἱ συμμαχήσουσι.’ ταῦτα ἔλεγεν, οὐκ ἄτολμος ἐν τοῖς κινδύνοις ἀνήρ, καὶ εἰπὼν εὐθὺς ἀνίστατο καὶ ὥδευεν ἐπὶ τῶν Ἄλπεων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: