previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[71] τῆς δ᾽ ἐπιούσης ἀνεζεύγνυον ἐς τὰ ἐν τῇ Μουτίνῃ στρατόπεδα πάντες. γνώμη δὲ ἦν Ἀντωνίῳ μὲν ἐπὶ τοσῷδε πταίσματι μὴ ἐπιχειρεῖν ἔτι τοῖς ἐχθροῖς μεγάλῃ μάχῃ μηδ᾽ ἐπιόντων ἀμύνεσθαι, διὰ δὲ τῶν ἱππέων τὰ ἐφήμερα μόνα αὐτοὺς ἐνοχλεῖν, μέχρι παραδῴη Δέκμος αὑτὸν ἐς ἔσχατον ἤδη λιμοῦ τετρυμένος, Ἱρτίῳ δὲ καὶ Καίσαρι διὰ τοῦτο μάλιστα τὰ ἐς τὴν μάχην ἐπείγεσθαι. ἐπεὶ δ᾽ ἐκτάσσουσιν αὐτοῖς Ἀντώνιος οὐκ ἐπεξῆγεν, ἐς τὰ ἐπὶ θάτερα τῆς Μουτίνης ἀφυλακτότερα ὄντα διὰ δυσχέρειαν ἐχώρουν ὡς βιασόμενοι βαρεῖ στρατῷ παρεσελθεῖν ἐς αὐτήν. καὶ Ἀντώνιος αὐτῶν ἐξήπτετο τοῖς ἱππεῦσι καὶ τότε μόνοις. ἀμυνομένων δὲ κἀκείνων αὐτὸν ἱππεῦσι μόνοις καὶ τῆς ἄλλης στρατιᾶς χωρούσης, ἐφ᾽ ἐβούλοντο, δείσας Ἀντώνιος περὶ τῇ Μουτίνῃ ἐξῆγε δύο τέλη: οἱ δὲ ἡσθέντες ἐπέστρεφον καὶ ἐμάχοντο. ἄλλα δὲ Ἀντωνίου τέλη καλοῦντος ἐκ τῶν ἄλλων στρατοπέδων, ὧν βραδέως ὡς ἐν αἰφνιδίῳ τε μετακλήσει καὶ μακρόθεν ἰόντων ἐκράτουν οἱ τοῦ Καίσαρος τῇ μάχῃ. Ἵρτιος δὲ καὶ ἐς τὸ στρατόπεδον ἐσήλατο τοῦ Ἀντωνίου καὶ περὶ τὴν στρατηγίδα σκηνὴν μαχόμενος ἔπεσε. καὶ αὐτοῦ τό τε σῶμα Καῖσαρ ἐσδραμὼν ἀνείλετο καὶ τοῦ στρατοπέδου κατέσχεν, ἕως μετ᾽ ὀλίγον ἐξεώσθη πρὸς Ἀντωνίου. διενυκτέρευσαν δὲ καὶ ἐν τοῖς ὅπλοις ἑκάτεροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: