[122] καὶ ὁ Πομπήιος ἐν ὁδῷ περὶ τῆς μεταγνώμης τοῦ πεζοῦ πυθόμενος τήν τε ἐσθῆτα ἤλλαξεν ἐς ἰδιώτην ἀπ᾽ αὐτοκράτορος καὶ προύπεμψεν ἐς Μεσσήνην ἐς τὰς ναῦς ἐντίθεσθαι τὰ δυνατά: παρεσκεύαστο δὲ ἅπαντα ἐκ πολλοῦ. Πλένιόν τε ἐκ Λιλυβαίου, μεθ᾽ ὧν εἶχεν ὀκτὼ τελῶν, ἐκάλει κατὰ σπουδὴν ὡς μετὰ τῶνδε φευξόμενος. καὶ Πλένιος μὲν ἠπείγετο πρὸς αὐτόν, αὐτομολούντων δὲ ἑτέρων, φίλων τε καὶ φρουρίων καὶ στρατῶν, καὶ τῶν πολεμίων ἐς τὸν πορθμὸν ἐσπλεόντων, οὐκ ἀναμείνας οὐδὲ Πλένιον ὁ Πομπήιος ἐν πόλει καλῶς τετειχισμένῃ, ἔφευγεν ἐκ τῆς Μεσσήνης ἐπὶ τῶν ἑπτακαίδεκα νεῶν ἐς Ἀντώνιον, ὡς ἐξ ὁμοίων αὐτῷ τὴν μητέρα περισεσωκώς. καὶ ὁ Πλένιος αὐτὸν οὐ καταλαβὼν ἐς τὴν Μεσσήνην παρῆλθε καὶ κατεῖχε τῆς πόλεως. ὁ δὲ Καῖσαρ αὐτὸς μὲν ἔμεινεν ἐν τῷ περὶ Ναυλόχους στρατοπέδῳ, Ἀγρίππαν δ᾽ ἐκέλευσε τῇ Μεσσήνῃ παρακαθέζεσθαι: καὶ παρεκάθητο σὺν Λεπίδῳ. Πλενίου δὲ πρεσβευομένου περὶ σπονδῶν Ἀγρίππας μὲν ἠξίου περιμένειν Καίσαρα ἐς ἕω, Λέπιδος δὲ ἐδίδου τὰς σπονδὰς καὶ τὸν τοῦ Πλενίου στρατὸν οἰκειούμενος ἑαυτῷ συνεχώρει διαρπάσαι τὴν πόλιν μετὰ τοῦ ἄλλου στρατοῦ.