previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[97] ἔμελλε δ᾽ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δ᾽ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον: δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δ᾽ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: