previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[74] ἐπὶ δὲ τούτοις, ἐς ὑπόκρισιν ἀρχῆς ἐννόμου μετὰ τοσούσδε φόνους ἀκρίτους, ὑπεβλήθησαν κατήγοροι τῷ τε ἱερεῖ τοῦ Διὸς Μερόλᾳ, κατ᾽ ὀργὴν ἄρα τῆς ἀρχῆς, ἣν Κίνναν οὐδὲν ἀδικῶν διεδέδεκτο, καὶ Λουτατίῳ Κάτλῳ, τῷ Μαρίου περὶ τὰ Κιμβρικὰ συνάρχῳ, περισωθέντι μὲν ἐκ Μαρίου πάλαι, ἀχαρίστῳ δ᾽ ἐς αὐτὸν καὶ πικροτάτῳ περὶ τὴν ἐξέλασιν γενομένῳ. οὗτοι μὲν δὴ φυλλασσόμενοί τε ἀφανῶς καὶ τῆς κυρίας ἡμέρας ἐπελθούσης ἐς τὴν δίκην ἀνακαλούμενοι ῾τετράκις δὲ ἐχρῆν κηρυττομένους ἐν ὡρισμένοις ὡρῶν διαστήμασιν ἁλῶναἰ, Μερόλας μὲν τὰς φλέβας ἐνέτεμεν ἑαυτοῦ, καὶ πινάκιον αὐτῷ παρακείμενον ἐδήλου, ὅτι κόπτων τὰς φλέβας τὸν πῖλον ἀποθοῖτο ῾οὐ γὰρ ἦν θεμιτὸν ἱερέα περικείμενον τελευτᾶν̓, Κάτλος δ᾽ ἐν οἰκήματι νεοχρίστῳ τε καὶ ἔτι ὑγρῷ καίων ἄνθρακας ἑκὼν ἀπεπνίγη. καὶ οὗτοι μὲν οὕτως ἀπέθανον, θεράποντες δ᾽ ὅσοι κατὰ τὸ κήρυγμα πρὸς Κίνναν ἐκδραμόντες ἐλεύθεροι γεγένηντο καὶ αὐτῷ Κίννᾳ τότε ἐστρατεύοντο, ταῖς οἰκίαις ἐπέτρεχον καὶ διήρπαζον, ἀναιροῦντες ἅμα οἷς περιτύχοιεν: οἱ δὲ αὐτῶν καὶ τοῖς σφετέροις δεσπόταις μάλιστα ἐπεχείρουν. Κίννας δ᾽ ἐπεὶ πολλάκις αὐτοῖς ἀπαγορεύων οὐκ ἔπειθε, Γαλατῶν στρατιὰν αὐτοῖς ἔτι νυκτὸς ἀναπαυομένοις περιστήσας διέφθειρε πάντας.

οἱ μὲν δὴ θεράποντες δίκην ἀξίαν ἔδοσαν τῆς ἐς δεσπότας πολλάκις ἀπιστίας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: