previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[88] ταῖς δ᾽ αὐταῖς ἡμέραις καὶ Μέτελλος ἐνίκα ἕτερον Κάρβωνος στρατόν, πέντε κἀνταῦθα σπειρῶν ἐν τῷ ἔργῳ σεσωσμένων ἐς Μέτελλον. πομπήιός τε Μάρκιον ἐνίκα περὶ πόλιν Σήνας καὶ τὴν πόλιν διήρπαζεν. δὲ Σύλλας τὸν Μάριον ἐς Πραινεστὸν κατακλείσας τὴν πόλιν ἀπετάφρευε καὶ ἀπετείχιζεν ἐκ μακροῦ διαστήματος καὶ Λουκρήτιον Ὀφέλλαν ἐπέστησε τῷ ἔργῳ, ὡς οὐκέτι μάχη παραστησόμενος Μάριον, ἀλλὰ λιμῷ. Μάριος δὲ οὐδὲν χρηστὸν ἔτι προσδοκῶν τοὺς ἰδίους ἐχθροὺς ἠπείγετο προανελεῖν καὶ Βρούτῳ στρατηγοῦντι τῆς πόλεως ἐπέστελλε τὴν σύγκλητον ὡς ἐπὶ ἄλλο συναγαγεῖν καὶ κτεῖναι Πόπλιον Ἀντίστιον καὶ Παπίριον Κάρβωνα ἕτερον καὶ Λεύκιον Δομίτιον καὶ Μούκιον Σκαιόλαν, τὸν τὴν μεγίστην Ῥωμαίοις ἱερωσύνην ἱερωμένον. οἱ μὲν δὴ δύο τῶνδε ἀνῃρέθησαν ἐν τῇ βουλῇ, καθὰ Μάριος προσέταξε, τῶν σφαγέων ἐς τὸ βουλευτήριον ἐσαχθέντων: Δομίτιος δ᾽ ἐκτρέχων παρὰ τὴν ἔξοδον ἀνῃρέθη, καὶ μικρὸν πρὸ τοῦ βουλευτηρίου Σκαιόλας. τά τε σώματα αὐτῶν ἐς τὸν ποταμὸν ἐρρίφη: ἐπεπόλαζε γὰρ ἤδη μὴ καταθάπτεσθαι τοὺς ἀναιρουμένους. Σύλλας δὲ στρατὸν ἐς Ῥώμην κατὰ μέρη δι᾽ ἑτέρων καὶ ἑτέρων ὁδῶν περιέπεμπεν, ἐντελλόμενος τὰς πύλας καταλαβεῖν, εἰ δὲ ἀποκρουσθεῖεν, ἐπὶ Ὄστια χωρεῖν. τοὺς δὲ αἵ τε πόλεις παροδεύοντας ξὺν φόβῳ προσεδέχοντο, καὶ τὸ ἄστυ προσιοῦσι τὰς πύλας ἀνέῳξαν, ὑπό τε λιμοῦ πιεζούμενοι καὶ τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: