Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ Νέαρχος
ἀφίκετο γὰρ αὖθις εἰσπλεύσας Εἰς τὸν Εὐφράτην διὰ τῆς μεγάλης
θαλάσσης ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους, παραινοῦντας ἀπέχεσθαι
Βαβυλῶνος τὸν Ἀλέξανδρον. ὁ δὲ οὐκ ἐφρόντισεν, ἀλλ᾽ ἐπορεύετο: καὶ
πρὸς τοῖς τείχεσι γενόμενος ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶ
τύπτοντας ἀλλήλους, ὧν ἔνιοι κατέπεσον παρ᾽ αὐτόν,
[2]
ἔπειτα μηνύσεως γενομένης κατὰ Ἀπολλοδώρου τοῦ
στρατηγοῦ τῆς Βαβυλῶνος ὡς εἴη περὶ αὐτοῦ τεθυμένος, ἐκάλει Πυθαγόραν
τὸν μάντιν. οὐκ ἀρνουμένου δὲ τὴν πρᾶξιν ἠρώτησε τῶν ἱερῶν τὸν τρόπον,
φήσαντος δὲ ὅτι τὸ ἧπαρ ἦν ἄλοβον, ‘παπαὶ,’
εἶπεν, ‘ἰσχυρὸν τὸ σημεῖον’ καὶ τὸν Πυθαγόραν
οὐδὲν ἠδίκησεν. ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰ πολλὰ τῆς
Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων [p. 428] τὸν Εὐφράτην
διέτριβεν. ἠνώχλει δ᾽
[3]
αὐτὸν σημεῖα πολλά,
καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστον καὶ κάλλιστον ἥμερος ὄνος
ἐπελθὼν καὶ λακτίσας ἀνεῖλεν. ἀποδυσαμένου δὲ πρὸς ἄλειμμα καὶ σφαῖραν
αὐτοῦ παίζοντος οἱ νεανίσκοι οἱ σφαιρίζοντες, ὡς ἔδει πάλιν λαβεῖν τὰ
ἱμάτια, καθορῶσιν ἄνθρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ, τὸ διάδημα
καὶ τὴν στολὴν τὴν βασιλικὴν περικείμενον.
[4]
οὗτος ἀνακρινόμενος ὅστις εἴη, πολὺν χρόνον ἄναυδος ἦν μόλις δὲ
συμφρονήσας Διονύσιος μὲν ἔφη καλεῖσθαι, Μεσσήνιος δὲ εἶναι τὸ γένος:
ἐκ δέ τινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομισθεὶς ἀπὸ θαλάσσης πολὺν
χρόνον γεγονέναι ἐν δεσμοῖς: ἄρτι δὲ αὐτῷ τὸν Σάραπιν ἐπιστάντα τοὺς
δεσμοὺς ἀνεῖναι καὶ προαγαγεῖν δεῦρο, καὶ κελεῦσαι λαβόντα τὴν στολὴν καὶ
τὸ διάδημα καθίσαι καὶ σιωπᾶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.