[4] ταῦτα ἀκούσαντα Δαρεῖον ἡ ταραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους: καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς σκηνῆς ἀπαγαγών, ‘εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν,’ ἔφη, ‘τύχης μακεδονίζεις, ἀλλ᾽ ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος, εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον, ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν, οἰκτρότερα δὲ ζώσης ἐπάσχομεν, καὶ μᾶλλον ἂν κατ᾽ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπεσόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα μέχρι 1 τιμῆς τοσαύτης συμβόλαιον;’ [5] ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι, μήτε αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν [p. 314] ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν ὑπ᾽ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον. [6] ἅμα δὲ ὅρκους τε φρικώδεις τοῦ θαλαμηπόλου κινοῦντος ὑπὲρ τούτων, καὶ περὶ τῆς ἄλλης ἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάνδρου λέγοντος, ἐξελθὼν πρὸς τοὺς ἑταίρους ὁ Δαρεῖος καὶ χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν ἐπεύξατο: ‘θεοὶ γενέθλιοι καὶ βασίλειοι, μάλιστα μὲν ἐμοὶ διδοίητε τὴν Περσῶν τύχην εἰς ὀρθὸν αὖθις σταθεῖσαν ἐφ᾽ οἷς ἐδεξάμην ἀγαθοῖς ἀπολιπεῖν, ἵνα κρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρου χάριτας ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυχον εἰ δ᾽ ἄρα τις οὗτος εἱμαρτὸς ἥκει χρόνος, [7] ὀφειλόμενος νεμέσει καὶ μεταβολῇ, παύσασθαι τὰ Περσῶν, μηδεὶς ἄλλος ἀνθρώπων καθίσειεν εἰς τὸν Κύρου θρόνον πλὴν Ἀλεξάνδρου’ ταῦτα μὲν οὕτω γενέσθαι τε καὶ λεχθῆναί φασιν οἳ πλεῖστοι τῶν συγγραφέων.