Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ταῦτα ἀκούσαντα Δαρεῖον ἡ ταραχὴ καὶ τὸ
πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους: καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς
σκηνῆς ἀπαγαγών, ‘εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν,’
ἔφη, ‘τύχης μακεδονίζεις, ἀλλ᾽ ἔτι σοι δεσπότης ἐγὼ
Δαρεῖος, εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον,
ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν, οἰκτρότερα δὲ ζώσης
ἐπάσχομεν, καὶ μᾶλλον ἂν κατ᾽ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ
περιπεσόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα
μέχρι 1 τιμῆς τοσαύτης συμβόλαιον;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.