Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἄλλοι
δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ᾽ ἢ τοσοῦτον μόνον ‘τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρ᾽
ἦλθε;’ τὸν μέντοι Καλανὸν ἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς
Ἀλέξανδρον. ἐκαλεῖτο δὲ Σφίνης ἐπεὶ δὲ κατ᾽ Ἰνδικὴν γλῶτταν τῷ καλὲ
προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ
τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καί τὸ παράδειγμα τῆς ἀρχῆς
τῷ Ἀλεξάνδρῳ προθέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.