Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
εἶδεν οὖν πόρρω πυρὰ πολλὰ καιόμενα σποράδην τῶν πολεμίων, θαρρῶν δὲ
τοῦ σώματος τῇ κουφότητι, καὶ τῷ πονεῖν αὐτὸς ἀεὶ παραμυθούμενος τὴν
ἀπορίαν τῶν Μακεδόνων, προσέδραμε τοῖς ἔγγιστα πῦρ καίουσι: καὶ
περικαθημένους τῇ πυρᾷ δύο βαρβάρους πατάξας τῷ ἐγχειριδίῳ καὶ δαλὸν
ἁρπάσας ἧκε πρὸς τοὺς ἑαυτοῦ κομίζων, ἐγκαύσαντες δὲ πῦρ πολύ τοὺς
μὲν εὐθὺς ἐφόβησαν ὥστε φυγεῖν, τοὺς δ᾽ ἐπιόντας ἐτρέψαντο, καὶ
κατηυλίσθησαν ἀκινδύνως, ταῦτα μὲν οὖν Χάρης ἱστόρηκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.