Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
φήσαντος δὲ τοῦ
Ἀλεξάνδρου τόν Κλεῖτον αὑτῷ συνηγορεῖν δυστυχίαν ἀποφαίνοντα τὴν
δειλίαν, ἐπαναστὰς ὁ Κλεῖτος, ‘αὕτη μέντοι σε,’
εἶπεν, ‘ἡ δειλία τόν ἐκ θεῶν ἤδη τῷ Σπιθριδάτου
ξίφει τόν νῶτον ἐπιτρέποντα περιεποίησε, καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύμασι τούτοις ἐγένου τηλικοῦτος ὥστε
Ἄμμωνι σαυτὸν εἰσποιεῖν ἀπειπάμενος Φίλιππον’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.