Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦ Εὐφράτου
πᾶσαν ὑφ᾽ ἑαυτῷ ποιησάμενος ἤλαυνεν ἐπὶ Δαρεῖον ἑκατὸν μυριάσι
στρατοῦ καταβαίνοντα. καί τις αὐτῷ φράζει τῶν ἑταίρων, ὡς δὴ γέλωτος
ἄξιον πρᾶγμα, τοὺς ἀκολούθους παίζοντας εἰς δύο μέρη διῃρηκέναι σφᾶς
αὐτούς, ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον,
τὸν δὲ Δαρεῖον ὑπ᾽ αὐτῶν προσαγορευόμενον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.