Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρὶν δὲ
συμμεμῖξαι τοὺς πρώτους ἐξέκλιναν οἱ βάρβαροι, καὶ διωγμὸς ἦν πολὺς, εἰς
τὰ μέσα συνελαύνοντος Ἀλεξάνδρου τὸ νικώμενον, ὅπου Δαρεῖος ἦν.
πόρρωθεν γὰρ αὐτὸν κατεῖδε διὰ τῶν προτεταγμένων ἐν βάθει τῆς βασιλικῆς
ἴλης ἐκφανέντα, καλὸν ἄνδρα καὶ μέγαν ἐφ᾽ ἅρματος ὑψηλοῦ βεβῶτα,
πολλοῖς ἱππεῦσι καὶ λαμπροῖς καταπεφραγμένον εὖ μάλα συνεσπειραμένοις περὶ
τὸ ἅρμα καὶ παρατεταγμένοις δέχεσθαι τοὺς πολεμίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.