Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παροξυνθεὶς οὖν ὁ Ἀλέξανδρος, ‘ἦ ταῦτα,’ εἶπεν, ‘ὦ κακὴ
κεφαλὴ, σὺ περὶ ἡμῶν ἑκάστοτε λέγων καὶ διαστασιάζων Μακεδόνας
χαιρήσειν νομίζεις;’
‘ἀλλ᾽ οὐδὲ νῦν,’ ἔφη, ‘χαίρομεν, Ἀλέξανδρε, τοιαῦτα τέλη τῶν πόνων κομιζόμενοι, μακαρίζομεν
δὲ τοὺς ἤδη τεθνηκότας πρὶν ἐπιδεῖν Μηδικαῖς ῥάβδοις ξαινομένους
Μακεδόνας, καὶ Περσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλθωμεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.