Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς
πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν
μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι, μήτε αὑτοῦ τὴν
μεγίστην ὧν ἔπταικεν [p. 314] ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν
ὑπ᾽ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ
θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ
Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.