Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν
καὶ φίλους δεομένους μύρια μὲν ὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα, τὴν
δὲ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γήμαντα μίαν τῶν θυγατέρων φίλον
εἶναι καὶ σύμμαχον, ἐκοινοῦτο τοῖς ἑταίροις καὶ Παρμενίωνος εἰπόντος ‘ἐγὼ μὲν, εἰ Ἀλέξανδρος ἤμην, ἔλαβον ἂν
ταῦτα,’
‘κἀγὼ, νὴ Δία,’ εἶπεν ὁ Ἀλέξανδρος, ‘εἰ Παρμενίων’ πρὸς δὲ τὸν Δαρεῖον ἔγραψεν, ὡς
οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλθὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς
ἐπ᾽ ἐκεῖνον ἤδη πορεύεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.