Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταῦτα περὶ τῶν χρησμῶν οἱ πλεῖστοι γράφουσιν
αὐτὸς δὲ Ἀλέξανδρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γεγονέναι τινὰς
αὐτῷ μαντείας ἀπορρήτους, ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνην
ἐκείνην. ἔνιοι δέ φασι τόν μὲν προφήτην Ἑλληνιστὶ βουλόμενον προσειπεῖν
μετά τινος φιλοφροσύνης ‘ὦ παιδίον,’ ἐν τῷ
τελευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦ πρὸς τὸ σίγμα ἐξενεχθῆναι καὶ
εἰπεῖν, ‘ὧ παιδίος,’ ἀντὶ τοῦ νῦ τῷ σίγμα
χρησάμενον, ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλμα τῆς φωνῆς γενέσθαι καὶ
διαδοθῆναι λόγον ὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσειπόντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.