ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.’ ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν, ‘μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;’ γελάσας ἐκεῖνος, ‘οὐ βούλομαι γὰρ,’ εἶπε, ‘φοβερὸς εἶναι τοῖς φίλοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς: ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς.’