Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη. Δημάρατος
δὲ ὁ Κορίνθιος ἤδη πρεσβύτερος ὢν ἐφιλοτιμήθη πρὸς Ἀλέξανδρον
ἀναβῆναι καὶ θεασάμενος αὑτὸν εἶπε μεγάλης ἡδονῆς ἐστερῆσθαι τοὺς
Ἕλληνας, ὅσοι τεθνήκασι πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ
καθήμενον. οὐ μὴν ἐπὶ πλέον γε τῆς πρὸς αὑτὸν εὐνοίας τοῦ βασιλέως
ἀπέλαυσεν, ἀλλ᾽ ἐξ ἀρρωστίας ἀποθανὼν ἐκηδεύθη μεγαλοπρεπῶς, καὶ τάφον
ἔχωσεν ὁ στρατὸς ἐπ᾽ αὐτῷ τῇ περιμέτρῳ μέγαν, ὕψος δὲ πηχῶν
ὀγδοήκοντα: τὰ δὲ λείψανα τέθριππον κεκοσμημένον λαμπρῶς ἐπὶ θάλασσαν
κατεκόμισε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.