Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλήλων
αὖθις ἀνέστρεφον, Ἀλέξανδρος μὲν ἡδόμενός τε τῇ συντυχίᾳ καί σπεύδων
ἀπαντῆσαι περὶ τὰ στενά, Δαρεῖος δὲ τὴν προτέραν ἀναλαβεῖν στρατοπεδείαν
καί τῶν στενῶν ἐξελίξαι τὴν δύναμιν. ἤδη γὰρ ἐγνώκει παρὰ τὸ συμφέρον
ἐμβεβληκὼς ἑαυτὸν εἰς χωρία θαλάττῃ καί ὄρεσι καί ποταμῷ διὰ μέσου
ῥέοντι τῷ Πινάρῳ δύσιππα, καί διεσπασμένα πολλαχοῦ, καί πρὸς τῆς
ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.