Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα
καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν
ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου
τῷ Ἀλεξάνδρῳ [p. 330] παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν
ὄψιν, ᾁδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, ‘βούλει,’ φησὶν, ‘ὦ βασιλεῦ, διάπειραν ἐν
Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ
κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν
εἶναι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.