Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ μὲν οὖν προθυμία πάντων ἦν ὁμοία: μόνους δέ φασιν ἑξήκοντα συνεισπεσεῖν εἰς τὰ
στρατόπεδα τῶν πολεμίων, ἔνθα δὴ πολὺν μὲν ἄργυρον καὶ χρυσὸν
ἐρριμμένον ὑπερβαίνοντες, πολλὰς δὲ παίδων καὶ γυναικῶν ἁρμαμάξας
ἡνιόχων ἐρήμους διαφερομένας παρερχόμενοι, τοὺς πρώτους ἐδίωκον, ὡς ἐν
ἐκείνοις Δαρεῖον ὄντα. μόλις δὲ εὑρίσκεται πολλῶν ἀκοντισμάτων
κατάπλεως τὸ σῶμα κείμενος ἐν ἁρμαμάξῃ, μικρὸν ἀπολείπων τοῦ τελευτᾶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.