Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
‘οὐδὲ ποτήριον ἔχεις οὐδὲ ἱμάτιον;’ ὄγκῳ δὲ
φρονήματος καὶ βάρει πλούτου καὶ τῇ περὶ τὸ σῶμα θεραπείᾳ καὶ διαίτῃ
χρώμενος ἐπαχθέστερον ἢ κατ᾽ ἰδιώτην, καὶ τότε δὴ τὸ σεμνὸν καὶ ὑψηλὸν
οὐκ ἐμμελῶς, ἀλλ᾽ ἄνευ χαρίτων τῷ σολοίκῳ καὶ παρασήμῳ μιμούμενος,
ὑποψίαν καὶ φθόνον ἔσχεν, ὥστε καὶ Παρμενίωνά ποτε εἰπεῖν πρός αὐτόν
‘ὦ παῖ, χείρων μοι γίνου.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.