Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τούτων μὲν οὖν ἐκέλευσεν εἰκόνας
ἀνασταθῆναι χαλκᾶς, ἃς Λύσιππος εἰργάσατο. κοινούμενος δὲ τὴν νίκην
τοῖς Ἕλλησιν ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμαλώτων
τριακοσίας ἀσπίδας, κοινῇ δὲ τοῖς ἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι
φιλοτιμοτάτην ἐπιγραφήν ‘Ἀλέξανδρος ὁ Φιλίππου καὶ
οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν
κατοικούντων’ ἐκπώματα δὲ καὶ πορφύρας, καὶ ὅσα τοιαῦτα τῶν
Περσικῶν ἔλαβε, πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.