Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
προβάτου δὲ τεκόντος ἄρνα περὶ τῇ κεφαλῇ
σχῆμα καὶ χρῶμα τιάρας ἔχοντα καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ, βδελυχθεὶς
τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων, οὓς ἐξ ἔθους ἐπήγετο
πρὸς τὰ τοιαῦτα: διελέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ δι᾽ αὑτόν, ἀλλὰ δι᾽
ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον
ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον. οὐ μὴν ἀλλὰ βέλτιόν τι
σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.