Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπιδεικνύμενοι δὲ τὴν φύσιν αὐτοῦ καὶ
δύναμιν οἱ βάρβαροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βασιλέως στενωπὸν
ἐλαφρῶ τῷ φαρμάκῳ κατεψέκασαν εἶτα στάντες ἐπ᾽ ἄκρῳ τοὺς λαμπτῆρας
τοῖς βεβρεγμένοις προσέθηκαν ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτων εὐθὺς
ἁψαμένων οὐκ ἔσχεν ἡ νομὴ χρόνον αἰσθητόν, ἀλλ᾽ ἅμα νοήματι διῖκτο
πρὸς θάτερον πέρας καὶ πῦρ ἐγεγόνει συνεχὲς ὁ στενωπός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.