Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ μαρτυρεῖν αὐτοῖς ἔοικεν Ἀλέξανδρος.
Ἀντιπάτρῳ γὰρ ἅπαντα γράφων ἀκριβῶς τὸν μὲν Σκύθην αὐτῷ φησι
διδόναι τὴν θυγατέρα πρὸς γάμον, Ἀμαζόνος δὲ οὐ μνημονεύει, λέγεται δὲ
πολλοῖς χρόνοις Ὀνησίκριτος ὕστερον ἤδη βασιλεύοντι Λυσιμάχῳ τῶν
βιβλίων τὸ τέταρτον ἀναγινώσκειν, ἐν ᾧ γέγραπται περὶ τῆς Ἀμαζόνος:
τὸν οὖν Λυσίμαχον ἀτρέμα μειδιάσαντα ‘καὶ ποῦ,’
φάναι, ‘τότε ἤμην ἐγώ;’ ταῦτα μὲν οὖν ἄν τις
οὔτε ἀπιστῶν ἧττον οὔτε πιστεύων μᾶλλον Ἀλέξανδρον θαυμάσειε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.