Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἔπειτα
τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι
Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημμελήσας, ὄνομα Πολύμαχος. τὴν δὲ
ἐπιγραφὴν ἀναγνούς ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δὲ
οὕτως: ‘ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὅθεν ἥκεις,
ὅτι μὲν γὰρ ἥξεις, οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος
τὴν ἀρχήν, μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς ἣ τοὐμὸν
σῶμα περικαλύπτει.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.