Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅμως δὲ καὶ πιεῖν ᾔτησε, καὶ πιὼν
ὕδωρ ψυχρόν εἶπε πρὸς τὸν δόντα Πολύστρατον: ‘ὦ
ἄνθρωπε, τοῦτό μοι πέρας γέγονε δυστυχίας ἁπάσης, εὖ παθεῖν
ἀμείψασθαι μὴ δυνάμενον: ἀλλ᾽ Ἀλέξανδρος ἀποδώσει σοι τὴν χάριν,
Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ [p. 352] τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ
παῖδας τοὺς ἐμοὺς ἐπιεικείας, ᾧ ταύτην δίδωμι τὴν δεξιὰν διὰ
σοῦ.’ ταῦτα εἰπὼν καὶ λαβόμενος τῆς τοῦ Πολυστράτου χειρός
ἐξέλιπεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.