Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἥ τε φιλοτιμία παρ᾽ ἡλικίαν ἐμβριθὲς
εἶχε τὸ φρόνημα καὶ μεγαλόψυχον. οὔτε γὰρ ἀπὸ παντὸς οὔτε πᾶσαν
ἠγάπα δόξαν, ὡς Φίλιππος λόγου τε δεινότητι σοφιστικῶς καλλωπιζόμενος καὶ
τὰς ἐν Ὀλυμπίᾳ, νίκας τῶν ἁρμάτων ἐγχαράττων τοῖς νομίσμασιν, ἀλλὰ
καὶ τῶν περὶ αὐτὸν ἀποπειρωμένων εἰ βούλοιτ᾽ ἂν Ὀλυμπίασιν
ἀγωνίσασθαι στάδιον, ἦν γὰρ ποδώκης, ‘εἴ γε,’
ἔφη, ‘βασιλεῖς ἔμελλον ἕξειν ἀνταγωνιστάς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.