Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐν τούτῳ δὲ Δημάρατος ὁ Κορίνθιος, ξένος
ὢν τῆς οἰκίας καὶ παρρησίας μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ
τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου πῶς
ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες, ‘πάνυ
γοῦν,’ ἔφη, ‘σοι προσήκει, Φίλιππε, κήδεσθαι τῆς
Ἑλλάδος, ὃς τὸν οἶκον τὸν σεαυτοῦ [p. 248] στάσεως τοσαύτης
καὶ κακῶν ἐμπέπληκας.’ οὕτω δὴ συμφρονήσας ὁ Φίλιππος ἔπεμψε καὶ
κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.