Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὡς δὲ [p. 282] εἶδε μὲν ὅλκια καί
κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς,
ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων ὁ οἶκος, ἐκ δὲ
τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν
καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς
τοὺς ἑταίρους, ‘τοῦτο ἦν, ὡς ἔοικεν,’ ἔφη, ‘τὸ βασιλεύειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.